Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.149 Dem. 23.152 (English) >>Dem. 23.155

23.151ὧν δʼ ἐκεῖνον δίκαιον ἦν χάριν ὑμῖν ἔχειν οὐκ ἀπολωλότα, τοῦτο παθόντʼ ἂν δικαίως, ἀντὶ τούτων ὡς ὀφείλουσʼ πόλις αὐτῷ στεφάνους καὶ πολιτείαν καὶ πάντες ἐπίστασθε δέδωκεν. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, τό τε ψήφισμʼ ἀνάγνωθί μοι τὸ περὶ τῶν ὁμήρων, καὶ τὴν Ἰφικράτους ἐπιστολὴν καὶ τὴν Τιμοθέου, καὶ μετὰ ταῦτα τὴν μαρτυρίαν ταυτηνί· ὄψεσθε γὰρ οὐ λόγους οὐδʼ αἰτίαν, ἀλλʼ ἀλήθειαν οὖσαν ὧν λέγω. λέγε.Ψήφισμα Ἐπιστολαί Μαρτυρία

23.152ὅτι μὲν τοίνυν καὶ τὸ πρῶτον, οὗ πολεμεῖν ὑμῖν ᾤετο, ἐκεῖσʼ ἐμίσθωσεν αὑτὸν πολλαχόσʼ ἄλλοσε μισθῶσαι παρόν, καὶ μετὰ ταῦτα, ὡς οὐδὲν ἐκεῖ κακὸν εἶχε ποιεῖν ὑμᾶς, ἔπλει δεῦρο πάλιν οὗ τἀναντίʼ ἔμελλε πράξειν τῇ πόλει, καὶ τοῦ μὴ λαβεῖν Ἀμφίπολιν πάντων οὗτος αἰτιώτατός ἐστιν, ἀκηκόατʼ ἐκ τῆς ἐπιστολῆς καὶ τῆς μαρτυρίας. καὶ τὰ μὲν πρῶτα τοιαῦτʼ ἐστὶν τῶν ἔργων τῶν Χαριδήμου, μετὰ ταῦτα δʼ ἄλλα θεάσασθε. 23.153χρόνου γὰρ διελθόντος καὶ τοῦ πολέμου πρὸς Κότυν ὄντος ἤδη, πέμπει πρὸς ὑμᾶς ἐπιστολήν (μᾶλλον δʼ οὐχὶ πρὸς ὑμᾶς, ἀλλὰ πρὸς Κηφισόδοτον· οὕτω σφόδρʼ ὑπʼ αὐτοῦ γε οὐδʼ ἂν ἐξαπατηθῆναι τὴν πόλιν ἡγεῖτο, συνειδὼς πεποίηκεν) ἐν Χερρόνησον ὑπέσχετο τῇ πόλει κομιεῖσθαι, πάντα τούτοις τἀναντίʼ ἐγνωκὼς ποιεῖν. δεῖ δʼ ὑμᾶς τὸ πρᾶγμʼ οἷον ἦν τὸ περὶ τὴν ἐπιστολὴν ἀκοῦσαι (καὶ γάρ ἐστι βραχύ) καὶ θεωρῆσαι τὸν τρόπον τἀνθρώπου, ὡς ὑμῖν ἀπʼ ἀρχῆς κέχρηται.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.149 Dem. 23.152 (English) >>Dem. 23.155

Powered by PhiloLogic